Psalms 94

1
LXX: Psa.93:1
Ψαλμὸς τῷ Δαυιδ, τετράδι σαββάτων. θεὸς ἐκδικήσεων κύριος, θεὸς ἐκδικήσεων ἐπαρρησιάσατο.
2
LXX: Psa.93:2
ὑψώθητι, κρίνων τὴν γῆν, ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις.
3
LXX: Psa.93:3
ἕως πότε ἁμαρτωλοί, κύριε, ἕως πότε ἁμαρτωλοὶ καυχήσονται,
4
LXX: Psa.93:4
φθέγξονται καὶ λαλήσουσιν ἀδικίαν, λαλήσουσιν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν;
5
LXX: Psa.93:5
τὸν λαόν σου, κύριε, ἐταπείνωσαν καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν
6
LXX: Psa.93:6
χήραν καὶ προσήλυτον ἀπέκτειναν καὶ ὀρφανοὺς ἐφόνευσαν
7
LXX: Psa.93:7
καὶ εἶπαν Οὐκ ὄψεται κύριος, οὐδὲ συνήσει θεὸς τοῦ Ιακωβ.
8
LXX: Psa.93:8
σύνετε δή, ἄφρονες ἐν τῷ λαῷ, καί, μωροί, ποτὲ φρονήσατε.
9
LXX: Psa.93:9
φυτεύσας τὸ οὖς οὐχὶ ἀκούει, πλάσας τὸν ὀφθαλμὸν οὐ κατανοεῖ;
10
LXX: Psa.93:10
παιδεύων ἔθνη οὐχὶ ἐλέγξει, διδάσκων ἄνθρωπον γνῶσιν,
11
LXX: Psa.93:11
κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων ὅτι εισιν μάταιοι.
12
LXX: Psa.93:12
μακάριος ἄνθρωπος, ὃν ἂν σὺ παιδεύσῃς, κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτὸν
13
LXX: Psa.93:13
τοῦ πραῦναι αὐτῷ ἀφ' ἡμερῶν πονηρῶν, ἕως οὗ ὀρυγῇ τῷ ἁμαρτωλῷ βόθρος.
14
LXX: Psa.93:14
ὅτι οὐκ ἀπώσεται κύριος τὸν λαὸν αὐτοῦ καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκαταλείψει,
15
LXX: Psa.93:15
ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν καὶ ἐχόμενοι αὐτῆς πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. διάψαλμα.
16
LXX: Psa.93:16
τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένους, τίς συμπαραστήσεταί μοι ἐπὶ ἐργαζομένους τὴν ἀνομίαν;
17
LXX: Psa.93:17
εἰ μὴ ὅτι κύριος ἐβοήθησέν μοι, παρὰ βραχὺ παρῴκησεν τῷ ᾅδῃ ψυχή μου.
18
LXX: Psa.93:18
εἰ ἔλεγον Σεσάλευται πούς μου, τὸ ἔλεός σου, κύριε, βοηθεῖ μοι·
19
LXX: Psa.93:19
κύριε, κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου. ἐν τῇ καρδίᾳ μου αἱ παρακλήσεις σου ἠγάπησαν τὴν ψυχήν μου
20
LXX: Psa.93:20
μὴ συμπροσέσται σοι θρόνος ἀνομίας, πλάσσων κόπον ἐπὶ προστάγματι;
21
LXX: Psa.93:21
θηρεύσουσιν ἐπὶ ψυχὴν δικαίου καὶ αἷμα ἀθῷον καταδικάσονται.
22
LXX: Psa.93:22
καὶ ἐγένετό μοι κύριος εἰς καταφυγὴν καὶ θεός μου· εἰς βοηθὸν ἐλπίδος μου
23
LXX: Psa.93:23
καὶ ἀποδώσει αὐτοῖς τὴν ἀνομίαν αὐτῶν, καὶ κατὰ τὴν πονηρίαν αὐτῶν ἀφανιεῖ αὐτοὺς κύριος θεὸς ἡμῶν.
Copyright information for LXX